Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.483 Joseph. BJ 5.490 (English) >>Joseph. BJ 5.497

5.487οἱ δὲ κατὰ στόμα παιόμενοι καὶ πρὸς τοῦτον ἐπιστραφέντες ἐκαρτέρουν. μιγείσης δὲ τῆς παρατάξεως μὲν κονιορτὸς τῶν ὀμμάτων, κραυγὴ δὲ τῶν ἀκοῶν ἐπεκράτει, καὶ οὐδετέρῳ παρῆν ἔτι τεκμήρασθαι τὸ ἐχθρὸν τὸ φίλιον. 5.488Ἰουδαίων δὲ οὐ τοσοῦτον ἔτι κατʼ ἀλκὴν ὅσον ἀπογνώσει σωτηρίας παραμενόντων καὶ Ῥωμαίους ἐτόνωσεν αἰδὼς δόξης τε καὶ τῶν ὅπλων καὶ προκινδυνεύοντος Καίσαρος· 5.489ὥστε μοι δοκοῦσι τὰ τελευταῖα διʼ ὑπερβολὴν θυμῶν κἂν ἁρπάσαι τὸ τῶν Ἰουδαίων πλῆθος, εἰ μὴ τὴν ῥοπὴν τῆς παρατάξεως φθάσαντες ἀνεχώρησαν εἰς τὴν πόλιν. 5.490διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἦσαν ἐν ἀθυμίαις τὸν μακρὸν κάματον ἐπὶ μιᾶς ὥρας ἀπολέσαντες· καὶ πολλοὶ μὲν ταῖς συνήθεσι μηχαναῖς ἀπήλπιζον ἁλώσεσθαι τὴν πόλιν. 5.491

Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο, καὶ τοῖς μὲν θερμοτέροις πᾶσαν ἐδόκει προσφέρειν τὴν δύναμιν ἀποπειρᾶσθαί τε τοῦ τείχους βίᾳ· 5.492μέχρι μὲν γὰρ νῦν κατὰ σπάσμα Ἰουδαίοις

-- --

συμπεπλέχθαι, προσιόντων δʼ ἀθρόων οὐδὲ τὴν ἔφοδον οἴσειν· 5.493καταχωσθήσεσθαι γὰρ ὑπὸ τῶν βελῶν. τῶν δʼ ἀσφαλεστέρων οἱ μὲν καὶ τὰ χώματα ποιεῖν πάλιν, οἱ δὲ καὶ δίχα τούτων προσκαθέζεσθαι μόνον παραφυλάττοντας τάς τε ἐξόδους αὐτῶν καὶ τὰς εἰσκομιδὰς τῶν ἐπιτηδείων παρῄνουν καὶ τῷ λιμῷ καταλείπειν τὴν πόλιν, μηδὲ συμπλέκεσθαι κατὰ χεῖρα τοῖς πολεμίοις·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.483 Joseph. BJ 5.490 (English) >>Joseph. BJ 5.497

Powered by PhiloLogic